Ancient Greek · ~5 min
Book 4, Chapter 16
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.16
Not analysed yet
Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. Λέγω οὖν πρὸς ἀμφοτέρους “τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. Ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον. Οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. Φέρε εἴπατε ὅ τι καὶ ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε· χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω ποιῆτε.” Καὶ ὁ ἄνθρωπος “δίκαια” ἔφη “φοβῇ· τὰ δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα· αὐτὸς δὲ τούτων ἀπογεύσομαι τοσοῦτον, ὅσον κἀκείνη λάβῃ.” Καὶ ἅμα κελεύει τινὰ πριάμενον κομίζειν, ἕκαστον εἰπών. Ὥς δὲ ταχὺ μὲν ἐκομίσθη, παρόντων δ’ ἡμῶν συνέτριψε πάντα ὁμοῦ, δίχα διελὼν “τὸ μὲν αὐτὸσ” ἔφη “πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. Κοιμήσεται δὲ πάντως δι’ ὅλης τῆς νυκτὸς λαβοῦσα· περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται.” Λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν. “Ἐγὼ δὲ ἄπειμι” ἔφη “κοιμησόμενος· τὸ γὰρ φάρμακον οὕτω βούλεται.” Ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παρ’ ἐμοῦ λαβών. “Τοὺς δὲ λοιποὺσ” ἔφην “δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.”