Ancient Greek · ~2 min
Book 4, Chapter 4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.4.8
Not analysed yet
Ὁ δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ· προσπνεῖν γὰρ αὐτῷ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν· εἶναι δὲ κεφαλῆς νοσούσης φάρμακον. Οἶδεν οὖν τὴν θεραπείαν ὁ ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ’ ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον αἰτεῖ. Κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς, ὅσον ὁ ἄνθρωπος βούλεται. Οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν. ʼ