Ancient Greek · ~1 min
Book 4, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.5.1
Not analysed yet
“Καὶ πόθεν” ἔφην “οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τῆς εὐωδίας ἡδονή;” “Ὅτι” ἔφη Χαρμίδης “τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων ἡλίου· πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν.