Ancient Greek · ~5 min
Book 4, Chapter 8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.8
Not analysed yet
Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι ἢ περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. “Οὗ τί γὰρ” ἔφην “ἐστὶ γλυκύτερον; τὸ μὲν γὰρ ἔργον τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον καὶ οὐδὲν ἐστίν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα· φίλημα δὲ καὶ ἀόριστόν ἐστι καὶ ἀκόρεστον καὶ καινὸν ἀεί. Τρία γὰρ τὰ κάλλιστα ἀπὸ τοῦ στόματος ἄνεισιν, ἀναπνοὴ καὶ φωνὴ καὶ φίλημα. Τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς ἡ τῆς ἡδονῆς ἐστι πηγή. Πίστευσόν μοι λέγοντι, Μενέλαε, ʽἐν γὰρ τοῖς κακοῖς ἐξορχήσομαι τὰ μυστήριἀ ταῦτα μόνα παρὰ Λευκίππης ἔχω κἀγώ· ἔτι μένει παρθένος· μέχρι μόνων τῶν φιλημάτων ἐστί μου γυνή. Εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα.” “Οὐκοῦν” ἔφη ὁ Μενέλαος “βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης. Ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος· ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον. Ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν· τότε δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον. Καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.”