Ancient Greek · ~7 min
Book 4, Chapter 7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.7
Not analysed yet
Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην “κατείργασται τὸ ἔργον” ἔφη, “καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή· δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν. Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν, “ἔστ’ ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι· κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα καὶ πολλοὶ μάρτυρες.” ”“Εἰς μακρὰν” ὁ Χαρμίδης εἶπε “δίδωσι τὴν χάριν. Ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην οἶδεν εἰ ζήσεται; τοσαῦται τῶν θανάτων εἰσὶν ὁδοί. Αἴτησαί μοι παρὰ τῆς Τύχης τὴν ἀσφάλειαν καὶ μενῶ. Ἐπὶ πόλεμον νῦν ἐξελεύσομαι βουκόλων· ἔνδον μου τῆς ψυχῆς ἄλλος πόλεμος κάθηται· στρατιώτης με πορθεῖ τόξον ἔχων, βέλος ἔχων· νενίκημαι, πεπλήρωμαι βελῶν. Κάλεσον, ἄνθρωπε, ταχὺ τὸν ἰώμενον· ἐπείγει τὸ τραῦμα. Ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους· ἄλλας δᾷδας ὁ ἔρως ἀνῆψε κατ’ ἐμοῦ. Τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. Καλὸν τὸ οἰώνισμα πρὸ πολέμου συμβολῆς ἐρωτικὴ συμπλοκή. Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω.” Καὶ ὁ Μενέλαος “ἀλλ’ ὁρᾷσ” ἔφη “ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.” Καὶ ὁ Χαρμίδης “ἀλλὰ τοῦτό γε ῥᾴδιον” ἔφη “τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι.” Ὁρῶν οὖν ὁ Μενέλαος τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ ἐμοῦ, ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει “βούλει τὴν ἀλήθειαν ἀκοῦσαι τῆς ἀναβολῆς; ἡ γυνὴ χθὲς ἀφῆκε τὰ ἔμμηνα καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις.” “Οὐκοῦν ἀναμενοῦμεν” ὁ Χαρμίδης εἶπεν “ἐνταῦθα τρεῖς ἡμέρας ἢ τέτταρας, αὗται γὰρ ἱκαναί. Ὃ δὲ ἔξεστιν αἰτοῦ παρ’ αὐτῆς· εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς ἐμοὺς καὶ λόγων μεταδότω· ἀκοῦσαι θέλω φωνῆς, χειρὸς θιγεῖν, ψαῦσαι σώματος· αὗται γὰρ ἐρώντων παραμυθίαι. Ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι· τοῦτο γὰρ οὐ κεκώλυκεν ἡ γαστήρ.”