Ancient Greek
5.19.1 to 5.19.5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.19.1-5
Not analysed yet
Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον “πότερον ἐξ Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα” ἔφη, “καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. Τότε μὲν οὖν οὐδ’ ἂν ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ ἐνήλλαξεν.” “Εἶτα ἕστηκασ” ἔφην “ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ’ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε “μὴ πάντα ἀπολέσῃσ” ,ἕως περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα. Γυναῖκα ὁρᾷς πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι” ἔφην· ʽἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά. Ἀλλ’ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ. ʼ Καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον “δίκαια ἐγκαλεῖς, φιλτάτη. Πάντα δι’ ἐμὲ ἔπαθες·