Ancient Greek
Book 5, Chapter 19
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.19.6
Not analysed yet
πολλῶν σοι γέγονα κακῶν αἴτιος.” Ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμὸς πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα· πάνυ δὲ ἠρυθρίων ἐφ’ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ’ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. Οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα.