Ancient Greek · ~2 min
5.23.1 to 5.23.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.23.1-3
Not analysed yet
Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην. Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγρούς, καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν. Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ