Ancient Greek · ~2 min
Book 5, Chapter 23
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.23.4
Not analysed yet
λέγων “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” Ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με.