Ancient Greek · ~1 min
Book 5, Chapter 25
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.25.8
Not analysed yet
Τίς αὕτη τῶν γάμων ἡ σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ᾽ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ’ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε καὶ ἀνδρόγυνε καὶ κάλλους βάσκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν· οὕτω σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά.”