Ancient Greek
5.26.1 to 5.26.7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.26.1-7
Not analysed yet
Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν· ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα “ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι, κάομαι· κἂν ὑβρίζωμαι, φιλῶ. Σπεῖσαι κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. Σβέσον μοι ὀλίγον τοῦ πυρός· εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι, φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται. Ἀσχημονοῦσα οἶδα, ἀλλ’ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα μυστήρια. Πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας τί πάσχω· τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα, μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν ὁμοίων τραύματα. Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων· ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ· οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν· κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί. Ὦ θάλασσα, πλέουσαν μέν με διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ’ ἐμοῦ νεκρούς· ἤρκει γὰρ Λευκίππη μόνη ζήσασα, ἵνα μηκέτι λυπῆται Κλειτοφῶν· νῦν δὲ καὶ ὁ ἄγριος Θέρσανδρος ἡμῖν πάρεστι. Τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί. Δοκῶ, τυφλὸς Θέρσανδρος ἦν. Ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα ʽδεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆσ̓, ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι.