Ancient Greek · ~2 min
Book 5, Chapter 8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.8.2
Not analysed yet
Καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι ʽχρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη· μεστὸς γὰρ ἥλιος ἡδονῆς, καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν ᾖ καθ’ ὑπερβολήν, ἀναζεῖ μὲν ἐφ’ ὅσον ἡ ψυχὴ κάεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον καταψύχεταἰ, καί μου τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν περιπτυξάμενός με πολλὰ κατεφίλει.