Ancient Greek · ~2 min
Book 5, Chapter 8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.8.3
Not analysed yet
Ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ’ εἱστήκειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, ὡς φιλημάτων σκοπός· ἐπεὶ δὲ μικρὸν διέσχε, καὶ τὸ πρόσωπον εἶδον “Κλεινίας δὲ ἦν” ,ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. Καὶ ὁ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιεγένετο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα.