Ancient Greek
Book 5, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.9.3
Not analysed yet
Ἤδηδὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐθέμην τοῖς νεύμασιν. Οἱ δὲ εἴτε ἐλεήσαντες, εἴτε καὶ τὸ πνεῦμα αὐτοὺς κατήγαγεν, ἔρχονται κατ’ ἐμέ, καί τις τῶν ναυτῶν πέμπει μοι κάλων ἅμα τῆς νεὼς παραθεούσης· κἀγὼ μὲν ἐλαβόμην, οἱ δὲ ἐφείλκυσάν με ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν. Ἔπλει δὲ τὸ πλοῖον εἰς Σιδῶνα· καί μέ τινες γνωρίσαντες ἐθεράπευσαν.”