Ancient Greek · ~2 min
5.9.1 to 5.9.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.9.1-2
Not analysed yet
“Εὐθὺς μὲν γὰρ” ἔφη “ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. Ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων, κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, οὗ ἐγὼ ἔτυχον κρεμάμενος. Τὸ δὲ προσαραχθὲν βίᾳ πάλιν εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ ἀπὸ σφενδόνης ἐξερρίπτησε. Τοὐντεῦθεν δὲ ἐνηχόμην τὸ ἐπίλοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα σωτηρίας.