Ancient Greek · ~2 min
Book 6, Chapter 7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.7.5
Not analysed yet
Ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων τὴν πηγὴν συνεφέλκεται. Ὁ δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον, ὡς δύναται, κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ.