Ancient Greek · ~3 min
6.7.6 to 6.7.9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.7.6-9
Not analysed yet
Ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ. Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει. Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας “νῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης· ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς μὴ ὀχληρὸς εἴην· ὅταν δ’ ἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι. Σὺ δέ, ὦ γύναι, θάρρει· ταχὺ γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” Εἶτα πρὸς τὸν Σωσθένην πάλιν ἐξιὼν “ὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσασ” ἔφη. Ἐπὶ τούτοις ἀπηλλάττετο.