Ancient Greek · ~1 min
Book 7, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.10.5
Not analysed yet
Ὁ γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθείς, ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν ποσὶν ὑπ’ ἐκπλήξεως, ὡς μηδὲ τοῦ τῆς Λευκίππης δωματίου κλεῖσαι τὰς θύρας. Μάλιστα γὰρ τὸ τῶν δούλων γένος ἐν οἷς ἂν φοβηθῇ σφόδρα δειλόν ἐστιν.