Ancient Greek · ~2 min
Book 7, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.10.4
Not analysed yet
Ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῆς· κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς δημίους ἐπ’ αὐτὸν παρεῖναι, ἐπιβὰς ἵππου σπυδῇ μάλα ἐλαύνει ἐπὶ Σμύρνης· ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. Ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος.