Ancient Greek · ~2 min
Book 7, Chapter 11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.11.2
Not analysed yet
Δοκοῦσι δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. Ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρ’ ἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον· αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν μοιχείαν μοι κατειπών· ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν· καὶ τοῦτ’ εἰδότες ὡς οὐκ ἂν ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως.