Ancient Greek · ~6 min
7.11.3 to 7.11.8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.11.3-8
Not analysed yet
Εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ μὴ τεθνάναι· τί δὲ καί, εἰ παρῆν, ἔδει παρ’ αὐτοῦ μαθεῖν; Εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο δι’ ἐμοῦ. Ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα εἰπών· τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα. Τί μου τὴν δούλην λαβόντες πεποιήκατε; δούλη γὰρ ἦν ἐμὴ Σωσθένους αὐτὴν ἐωνημένου, καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο, πάντως ἂν ἐδούλευεν ἐμοί.” Τοῦτον δὲ τὸν λόγον ὁ Θέρσανδρος πάνυ κακοήθως παρενέβαλεν, ἵνα κἂν ὕστερον ἡ Λευκίππη φωραθῇ ζῶσα, πρὸς δουλείαν αὐτὴν ἀγάγῃ. Εἶτα προσετίθει “Κλειτοφῶν μὲν οὖν ὡμολόγησεν ἀνῃρηκέναι καὶ ἔχει τὴν δίκην, Μελίτη δὲ ἀρνεῖται. Πρὸς ταύτην αἱ τῶν θεραπαινίδων εἰσὶ βάσανοι. Ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο καὶ πρὸς τίνα; Ἆρ’ οὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι ἦσάν τινας ὡς κτενοῦντας; Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου. Καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;”