Ancient Greek · ~2 min
7.13.1 to 7.13.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.13.1-2
Not analysed yet
Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. Ὡς δ’ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων προὐξένει ἀποχρῆσθαι τῇ Τύχῃ. Καὶ ʽἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερὸν̓ ἐκτρέχει τε ἐπ’ αὐτὸ καὶ ἔχεται τοῦ νεώ. Τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς,