Ancient Greek · ~3 min
7.12.2 to 7.12.4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.12.2-4
Not analysed yet
Ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται. Σημεῖον δὲ τοῦτο ἐστὶν ἡκούσης θεωρίας τῇ θεῷ· τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι δεῖ τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. Οὕτω μὲν δὴ τότε τῶν δεσμῶν ἐλύθην. Ἦν δὲ ὁ τὴν θεωρίαν ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ. Οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον· ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα. Τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν.