Ancient Greek · ~1 min
Book 7, Chapter 3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.3.8
Not analysed yet
Ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.”