Ancient Greek · ~3 min
7.4.1 to 7.4.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.4.1-3
Not analysed yet
Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο. Μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου “τίνα τρόπον τὴν κόρην” ἔφην “ἀπέκτεινεν ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” Ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ’ ἐμοῦ, δι’ ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν. Πάλιν δέ μου πυθομένου “δοκεῖσ” ἔφη “κἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν.