Ancient Greek · ~2 min
Book 7, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.9.14
Not analysed yet
Λευκίππην δὲ τὴν ἀνῃρημένην. Εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δ’ ὑμῖν ἐξέσται. Ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι· ἔστιν ὁ Σωσθένης. Ὁ μὲν ἐρεῖ πόθεν ἔσχε τὴν Λευκίππην δούλην, αἱ δὲ πῶς γέγονεν ἀφανής, ὁ δὲ περὶ τοῦ μισθωτοῦ καταγορεύσει. Πρὶν δὲ μάθητε τούτων ἕκαστον, οὔτε ὅσιον οὔτε εὐσεβὲς νεανίσκον ἄθλιον ἀνελεῖν, πιστεύσαντας μανίας λόγοις· μαίνεται γὰρ ὑπὸ λύπης.”