Ancient Greek · ~3 min
7.10.1 to 7.10.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.10.1-3
Not analysed yet
Ταῦτα εἰπόντος τοῦ Κλεινίου, τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ. Μελίτη τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρηκότα· καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν. Ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, πρὶν τοὺς ἐπ’ αὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς ἵππου σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη, εἰς βασάνους ἀπαχθήσεται.