Ancient Greek · ~2 min
Book 8, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.10.1
Not analysed yet
Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους.