Ancient Greek · ~1 min
Book 8, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.9.14
Not analysed yet
Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ· οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον εἰρήσθω πρὸς τὰς τούτου βλασφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.”