Ancient Greek · ~3 min
8.10.10 to 8.10.12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.10.10-12
Not analysed yet
Ὢ μοιχείας γῇ καὶ θαλάττῃ μεμερισμένης· ὢ μοιχείας ἀπὸ Αἰγύπτου μέχρις Ἰωνίας ἐκτεταμένης. Μοιχεύεταί τις, ἀλλὰ πρὸς μίαν ἡμέραν· ἂν δὲ καὶ δεύτερον γένηται τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον καὶ πάντας ἀποκρύπτεται· αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ καὶ κήρυκι μοιχεύεται. Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν· ἡ δὲ οὐκ ᾐσχύνετο τοῦτο ἀπὸ τῆς ξένης ἐνεγκοῦσα τὸ ἀγώγιμον κάλλος, μοιχὸν ἐμπεπορευμένη. “Ἀλλ’ ᾤμην’ φησὶ “τὸν ἄνδρα τετελευτηκέναι.” Οὐκοῦν εἰ μὲν τέθνηκεν, ἀπήλλαξαι τῆς αἰτίας· οὐδὲ γὰρ ἔστιν ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρίζεται γάμος οὐκ ἔχων ἄνδρα· εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λῃστεύεται. Ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, μένοντος δὴ μοιχός ἐστιν.”