Ancient Greek · ~2 min
Book 8, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.10.9
Not analysed yet
πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα πόρνον ʽτοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρασ̓ οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρώντων.