Ancient Greek · ~2 min
8.12.8 to 8.12.9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.12.8-9
Not analysed yet
Ἡ Ἄρτεμις ὁρᾷ τὴν Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι καὶ εἰς ὕδωρ λύει τὴν κόρην ἔνθα τὴν παρθενίαν ἔλυσε. Καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ ἀφροδισίων, εἰς τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται· ἡ δέ ἐστιν ὀλίγη καὶ μέχρι κνήμης μέσης. Ἡ δὲ κρίσις· ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο τῇ δέρῃ· κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.