Ancient Greek · ~4 min
Book 8, Chapter 13
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.13
Not analysed yet
Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη ἱερᾷ στολῇ. Ποδήρης χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς. Καὶ ἡ μὲν εἰσῆλθε πάνυ κοσμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ὅτι μὲν παρθένος ἡ Λευκίππη πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, ὦ φιλτάτη, φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ’ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ, ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ’, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος· ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις· μὴ ψεύσῃ τὴν παρθένον.”