Ancient Greek · ~2 min
8.2.1 to 8.2.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.2.1-2
Not analysed yet
“Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν; ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι· σὺ δὲ αὐτῶν ἐν ὄψει τυραννεῖς τῶν θεῶν. Καὶ τοῖς μὲν πονηροῖς αἱ τῶν ἱερῶν ἀσφάλειαι διδόασι καταφυγήν, ἐγὼ δὲ μηδένα ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος τύπτομαι παρ’ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι,