Ancient Greek
Book 8, Chapter 2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.2.3
Not analysed yet
τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παρ’ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται· τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα.