Ancient Greek · ~2 min
Book 8, Chapter 3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.3.1
Not analysed yet
Ταῦτά μου βοῶντος ὁ ὄχλος συνερρύη τῶν ἐν τῷ ἱερῷ παρόντων· καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς αὐτὸς οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς καὶ ἐν τῷ ἱερῷ· ἐγὼ δὲ τεθαρρηκὼς “τοιαῦτα” ἔφην “ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν καὶ πόλεως οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον ἀπέφηνε συκοφάντην.