Ancient Greek · ~1 min
8.3.2 to 8.3.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.3.2-3
Not analysed yet
Καὶ νῦν προελθεῖν με δεῖ καὶ ἀπονίψασθαι τὸ πρόσωπον ἔξω· μὴ γὰρ ἐνταῦθα τοῦτο ποιήσαιμι ἔγωγε, μὴ καὶ τὸ ἱερὸν ὕδωρ τῷ τῆς ὕβρεως αἵματι μιανθῇ.” Τότε μὲν δὴ μόλις ἀφελκύσαντες αὐτὸν ἐξάγουσι τοῦ ἱεροῦ. Τοσοῦτον δὲ εἶπεν ἀπιὼν “ἀλλὰ τὸ μὲν σὸν ἤδη κέκριται, καὶ ὅσον οὐδέπω πείσῃ δίκην· τὸ δὲ τῆς ψευδοπαρθένου ταύτης ἑταίρας ἡ σύριγξ τιμωρήσεται.”