Ancient Greek · ~3 min
8.4.2 to 8.4.4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.4.2-4
Not analysed yet
καὶ ἦν ὅλον τὸ συμπόσιον αἰδώς. Προϊόντος δὲ τοῦ πότου καὶ τοῦ Διονύσου κατὰ μικρὸν ἐξιλασκομένου τὴν αἰδῶ ʽἐλευθερίας γὰρ οὗτος πατὴρ’ ἄρχει λόγου πρῶτος ὁ ἱερεὺς πρὸς τὸν Σώστρατον “τί οὐ λέγεις, ὦ ξένε, τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί; δοκεῖ γάρ μοι περιπλοκάς τινας ἔχειν οὐκ ἀηδεῖς· οἴνῳ δὲ μάλιστα πρέπουσιν οἱ τοιοῦτοι λόγοι.” Καὶ ὁ Σώστρατος προφάσεως λαβόμενος ἄσμενος “τὸ μὲν κατ’ ἐμὲ τοῦ λόγου μέρος ἁπλοῦν” εἶπεν “ὅτι Σώστρατος ὄνομα, Βυζάντιος τὸ γένος, τούτου θεῖος, πατὴρ ταύτης· τὸν δὲ λοιπόν, ὅστις ἐστί, μῦθον λέγε, τέκνον Κλειτοφῶν, μηδὲν αἰδούμενος. Καὶ γὰρ εἴ τί μοι συμβέβηκε λυπηρόν, μάλιστα μὲν οὐ σόν ἐστιν, ἀλλὰ τοῦ δαίμονος· ἔπειτα τῶν ἔργων παρελθόντων ἡ διήγησις τὸν οὐκέτι πάσχοντα ψυχαγωγεῖ μᾶλλον ἢ λυπεῖ.”