Ancient Greek · ~2 min
Book 8, Chapter 4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.4.1
Not analysed yet
ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα τὸ πρόσωπον. Τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο ἡμᾶς ὁ ἱερεὺς μάλα φιλοφρόνως. Ἐγὼ δὲ εἰς τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, συνειδὼς οἷα αὐτὸν διατεθείκειν· καὶ ὁ Σώστρατος δὲ τὰς τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν ἐμῶν, ἃς ἔτυχον ὑπ’ αὐτοῦ παθών, ἀντῃσχύνετό με βλέπειν· καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε,