Ancient Greek · ~1 min
Book 8, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.5.8
Not analysed yet
Δέσποινα Ἀφροδίτη, μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη· οὐκ ἠθέλομεν ἀπάτορα γενέσθαι τὸν γάμον. Πάρεστιν οὖν ὁ πατήρ· ἧκε καὶ σύ· εὐμενὴς ἡμῖν ἤδη γενοῦ.”