Ancient Greek · ~2 min
Book 8, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.5.9
Not analysed yet
Ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει θαυμάζων ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ ἐπεδάκρυεν, ὁπότε κατὰ Λευκίππην ἐγεγόνειν. Καὶ ἐπεί ποτε ἐπαυσάμην “τὰ μὲν ἡμέτερα” εἶπον “ἠκούσατε· ἓν δὲ αἰτῶ μαθεῖν κἀγὼ παρὰ σοῦ, ἱερεῦ, μόνον· τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος κατὰ Λευκίππης προσέθηκε, σύριγγα εἰπών;” “Ἀλλὰ σύ γε” ἔφη “καλῶς ἀνήρου· καὶ γὰρ εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι προσήκει· κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον.”