Ancient Greek · ~2 min
8.6.14 to 8.6.15
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.6.14-15
Not analysed yet
Ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη, σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα· τρίτῃ δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου παρελθοῦσα τὴν μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδαμοῦ. Πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ σχῆτε τύχης, καὶ σύνετε. Εἰ μὲν γάρ ἐστι παρθένος, ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαίροντες τῆς σύριγγος τυχόντες εὐμενοῦς· οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν· εἰ δὲ μή· αὐτοὶ γὰρ ἴστε οἷα εἰκὸς ἐν τοσαύταις αὐτὴν ἐπιβουλαῖς γενομένην ἄκουσαν—”