Ancient Greek · ~4 min
8.7.1 to 8.7.5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.7.1-5
Not analysed yet
Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεισ” ὁ ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ τύχης.” Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ· ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε. Τὸν μέντοι Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα. Διανεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν. Κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παρ’ ἐμοῦ νεύματος πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι. Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν “θάρρει πάτερ” ἔφη “περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.”