Ancient Greek · ~2 min
Book 8, Chapter 6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.6.6
Not analysed yet
Ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐν τοῖς λαλεῖ, τοσαῦτα ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ. Ἀλλ’ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα, ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους· κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς μίαν ἀνοίγει μόνην, δι’ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα δὲ τοὺς μὲν ἄλλους ἐλευθέρους ἀφῆκε καλάμους, μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ’ ἄλλον, ὅποι ποτ’ ἂν ἡ τοῦ κρούματος ἁρμονία καλῇ.