Ancient Greek · ~5 min
8.6.1 to 8.6.5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.6.1-5
Not analysed yet
“Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν. Εἰ μὲν οὖν τὸ ὄργανον καὶ παρ’ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, ἴστε ὃ λέγω· εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν τοῦ Πανὸς πάντα μῦθον. Ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς· σύγκεινται δὲ στοιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος. Τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν ἴσον ἔχων, τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ. Αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. Τὸ μὲν γὰρ ὀξύτατον ἄνω, καὶ ὅσον εἰς τὸ κάτω πρῶτον βαρύ, κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν αὐλός· τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, πάντες οἱ μεταξὺ κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας τὸ ὀξὺ καταφέρων ἐς τὸν τῷ τελευταίῳ συνάπτει βάρει.