Ancient Greek · ~2 min
Book 8, Chapter 7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.7.6
Not analysed yet
Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι, παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων· εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος ʽἔτυχε γὰρ καὶ αὐτὸς παρὼν’ προσελθὼν τῷ προέδρῳ “πρόγραψον εἰς αὔριον” ἔφη “τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” Προγέγραπτο μὲν οὖν εἰς τὴν ὑστεραίαν ἡ δίκη, παρεσκευαζόμεθα δὲ ἡμεῖς μάλα εὐπρεπῶς ἔχοντες.