Ancient Greek · ~2 min
Book 8, Chapter 8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.8.13
Not analysed yet
Ταύτας οὖν αἰτῶ, αἳ ἂν βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον καθεστηκότα, πάσης αἰτίας αὐτὴν ἀφίημι. Ἂν τοίνυν τοὐναντίον, τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικὸς φημὶ δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην τοῖς μοιχοῖς τιμωρίαν· θάνατος δέ ἐστιν αὕτη· ὥστε ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ἢ ὡς φονεύς, ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν.