Ancient Greek · ~1 min
Book 8, Chapter 8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.8.14
Not analysed yet
Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. Ὁ δέ μοι τρίτος τῶν λόγων πρὸς τὴν δούλην ἐστὶ τὴν ἐμὴν καὶ τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, ὅταν τούτων καταψηφίσησθε, ταμιεύομαι.”