Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.24
Not analysed yet
Ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός, καὶ τοῦτον μετὰ Τίμωνος καὶ Ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπῳ τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν Ἰεβουσαίων τὸ πρὶν κατῴκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῷ ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ Ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων.