Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.25
Not analysed yet
Ὡς δὲ ἐκρύβημεν ἐν τῷ τόπῳ, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ Ἰουδαῖοι καθ᾽ ἡμῶν, καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κὠμης Λεδρῶν· καὶ εὑρόντες κἀκεῖ σπήλαιον πλησίον τῆς κώμης καχεφύγομεν ἐν αὐτῷ καὶ οὕτως διελάθομεν αὐτούς. ἀπεκρύβημεν δὲ ἐν τῷ σπηλαίῳ τρεῖς ἡμέρας, καὶ ἀναχωρησάντων τῶν Ἰουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός. προσλαβόμενοι δὲ Ἀρίστωνα καὶ Ῥόδωνα ἤλθομεν ἐν κώμῃ Λιμνῆτι.